Add parallel Print Page Options

24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν [a]γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ [b]ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.

28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, 30 ἵνα [c]ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου [d]ἐν τῇ βασιλείᾳ μου, καὶ [e]καθήσεσθε ἐπὶ θρόνων [f]τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:26 γινέσθω WH Treg NIV ] γενέσθω RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:27 ἐν μέσῳ ὑμῶν εἰμι WH Treg NIV ] εἰμι ἐν μέσῳ ὑμῶν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἔσθητε WH Treg NIV ] ἐσθίητε RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἐν τῇ βασιλείᾳ μου WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 καθήσεσθε NIV Treg ] καθῆσθε WH; καθίσεσθε RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 τὰς … φυλὰς κρίνοντες WH NIV ] κρίνοντες τὰς … φυλὰς Treg RP